Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.295 Joseph. AJ 6.299 (English) >>Joseph. AJ 6.303

6.297πρὸς οὖν τὸν Νάβαλον τοῦτον καθʼ ὃν ἔκειρε τὰ πρόβατα καιρὸν πέμψας Δαυίδης ἄνδρας δέκα τῶν σὺν αὐτῷ διὰ τούτων αὐτὸν ἀσπάζεται καὶ συνεύχεται τοῦτο ποιεῖν ἐπʼ ἔτη πολλά· παρασχεῖν δὲ ἐξ ὧν δυνατός ἐστιν αὐτῷ παρεκάλει μαθόντα παρὰ τῶν ποιμένων, ὅτι μηδὲν αὐτοὺς ἠδίκησαν, ἀλλὰ φύλακες αὐτῶν τε καὶ τῶν ποιμνίων γεγόνασι πολὺν ἐν τῇ ἐρήμῳ διατρίβοντες ἤδη χρόνον· μετανοήσει δʼ οὐδὲν Δαυίδῃ παρασχόμενος. 6.298ταῦτα δὲ τῶν πεμφθέντων διακονησάντων πρὸς τὸν Νάβαλον ἀπανθρώπως σφόδρα καὶ σκληρῶς ἀπήντησεν· ἐρωτήσας γὰρ αὐτούς, τίς ἐστι Δαυίδης, ὡς τὸν υἱὸν ἤκουσεν Ἰεσσαίου, “νῦν ἄρα, εἶπε, μέγα φρονοῦσιν ἐφʼ αὑτοῖς οἱ δραπέται καὶ σεμνύνονται τοὺς δεσπότας καταλιπόντες.” 6.299 ὀργίζεται δʼ αὐτῶν φρασάντων Δαυίδης καὶ τετρακοσίους μὲν ὡπλισμένους αὐτῷ κελεύσας ἕπεσθαι, διακοσίους δὲ φύλακας τῶν σκευῶν καταλιπών, ἤδη γὰρ εἶχεν ἑξακοσίους, ἐπὶ τὸν Νάβαλον ἐβάδιζεν ὀμόσας ἐκείνῃ τῇ νυκτὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν κτῆσιν ὅλην ἀφανίσειν· οὐ γὰρ ἄχθεσθαι μόνον ὅτι γέγονεν ἀχάριστος ἐπʼ αὐτοὺς μηδὲν ἐπιδοὺς πολλῇ φιλανθρωπίᾳ πρὸς αὐτὸν χρησαμένοις, ἀλλʼ ὅτι καὶ προσεβλασφήμησε καὶ κακῶς εἶπε μηδὲν ὑπʼ αὐτῶν λελυπημένος. 6.300

Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν ἑαυτοῦ γυναῖκα δʼ ἐκείνου κατειπόντος, ὅτι πέμψας Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.295 Joseph. AJ 6.299 (English) >>Joseph. AJ 6.303

Powered by PhiloLogic